Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.58 Joseph. AJ 1.64 (English) >>Joseph. AJ 1.68

1.61αὔξων δὲ τὸν οἶκον πλήθει χρημάτων ἐξ ἁρπαγῆς καὶ βίας πρὸς ἡδονὴν καὶ λῃστείαν τοὺς ἐντυγχάνοντας παρακαλῶν διδάσκαλος αὐτοῖς ὑπῆρχε πονηρῶν ἐπιτηδευμάτων, καὶ τὴν ἀπραγμοσύνην, πρότερον συνέζων οἱ ἄνθρωποι, μέτρων ἐπινοίᾳ καὶ σταθμῶν μετεστήσατο ἀκέραιον αὐτοῖς ὄντα τὸν βίον ἐκ τῆς τούτων ἀμαθίας καὶ μεγαλόψυχον εἰς πανουργίαν περιαγαγών, 1.62ὅρους τε γῆς πρῶτος ἔθετο καὶ πόλιν ἐδείματο καὶ τείχεσιν ὠχύρωσεν εἰς ταὐτὸν συνελθεῖν τοὺς οἰκείους καταναγκάσας. καὶ τὴν πόλιν δὲ ταύτην ἀπὸ Ἀνώχου τοῦ πρεσβυτάτου παιδὸς Ἄνωχαν ἐκάλεσεν. 1.63Ἀνώχου δὲ Ἰαράδης υἱὸς ἦν, ἐκ δὲ τούτου Μαρουῆλος, οὗ γίνεται παῖς Μαθουσάλας, τοῦ δὲ Λάμεχος, παῖδες ὑπῆρξαν ἑπτὰ καὶ ἑβδομήκοντα ἐκ δύο γυναικῶν αὐτῷ φύντες Σελλᾶς καὶ Ἄδας. 1.64τούτων Ἰώβηλος μὲν ἐξ Ἄδας γεγονὼς σκηνὰς ἐπήξατο καὶ προβατείαν ἠγάπησεν, Ἰούβαλος δέ, ὁμομήτριος δʼ ἦν αὐτῷ, μουσικὴν ἤσκησε καὶ ψαλτήρια καὶ κιθάρας ἐπενόησεν, Ἰουβῆλος δὲ τῶν ἐκ τῆς ἑτέρας γεγονότων ἰσχύι πάντας ὑπερβαλὼν τὰ πολεμικὰ διαπρεπῶς μετῆλθεν ἐκ τούτων καὶ τὰ πρὸς ἡδονὴν τοῦ σώματος ἐκπορίζων, χαλκείαν τε πρῶτος ἐπενόησεν. 1.65πατὴρ δὲ θυγατρὸς γενόμενος Λάμεχος Νοεμᾶς ὄνομα, ἐπεὶ τὰ θεῖα σαφῶς ἐξεπιστάμενος ἑώρα δίκην αὑτὸν ὑφέξοντα τῆς Κάιος ἀδελφοκτονίας μείζονα, τοῦτο ταῖς ἑαυτοῦ γυναιξὶν ἐποίησε φανερόν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.58 Joseph. AJ 1.64 (English) >>Joseph. AJ 1.68

Powered by PhiloLogic